Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.443 | Joseph. BJ 2.449 (English) | >>Joseph. BJ 2.455 |
2.447καὶ διεσώθησαν ὀλίγοι λάθρα διαδράντες εἰς Μασάδαν , σὺν οἷς Ἐλεάζαρος υἱὸς Ἰαείρου , προσήκων τῷ Μαναήμῳ κατὰ γένος , ὃς ὕστερον ἐτυράννησεν τῆς Μασάδας .
2.448αὐτόν τε τὸν Μανάημον εἰς τὸν καλούμενον Ὀφλᾶν συμφυγόντα κἀκεῖ ταπεινῶς ὑπολανθάνοντα ζωγρήσαντες εἰς τὸ φανερὸν ἐξείλκυσαν καὶ πολλαῖς αἰκισάμενοι βασάνοις ἀνεῖλον , ὁμοίως δὲ καὶ τοὺς ὑπʼ αὐτὸν ἡγεμόνας τόν τε ἐπισημότατον τῆς τυραννίδος ὑπηρέτην Ἀψάλωμον .
-- -- ἀμέλει πολλὰ τοῦ δήμου τοῖς στρατιώταις ἀνεῖναι τὴν πολιορκίαν παρακαλοῦντος , οἱ δὲ προσέκειντο χαλεπώτερον , μέχρι μηκέτι ἀντέχοντες οἱ περὶ τὸν Μετίλιον , οὗτος γὰρ ἦν τῶν Ῥωμαίων ἔπαρχος , διαπέμπονται πρὸς τοὺς περὶ τὸν Ἐλεάζαρον ἐξαιτούμενοι μόνας τὰς ψυχὰς ὑποσπόνδους , τὰ δʼ ὅπλα καὶ τὴν λοιπὴν κτῆσιν παραδώσειν λέγοντες .
2.451οἱ δὲ καὶ τὴν ἱκεσίαν ἁρπάσαντες ἀνέπεμψαν πρὸς αὐτοὺς Γωρίονά τε Νικομήδους υἱὸν καὶ Ἀνανίαν Σαδούκι καὶ Ἰούδαν Ἰωνάθου δεξιάν τε καὶ ὅρκους δώσοντας . ὧν γενομένων κατῆγεν τοὺς στρατιώτας ὁ Μετίλιος .
2.452οἱ δὲ μέχρι μὲν ἦσαν ἐν τοῖς ὅπλοις , οὔτʼ ἐπεχείρει τις τῶν στασιαστῶν αὐτοῖς οὔτʼ ἐνέφαινεν ἐπιβουλήν · ὡς δὲ κατὰ τὰς συνθήκας ἅπαντες ἀπέθεντο τοὺς θυρεοὺς καὶ τὰ ξίφη καὶ μηδὲν ἔτι ὑποπτεύοντες ἀνεχώρουν ,
2.449
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.443 | Joseph. BJ 2.449 (English) | >>Joseph. BJ 2.455 |